Τῌ IZ´ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς Ἁγίας ἐνδόξου καὶ καλλινίκου Μεγαλομάρτυρος Μαρίνης. (†270)

Τῌ IZ´ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ

Μνήμη τῆς Ἁ­γίας ἐν­δό­ξου καὶ καλ­λι­νί­κου Με­γα­λο­μάρ­τυ­ρος Μα­ρί­νης. (†270)

 

Στί­χοι

Χεὶρ δη­μίου τέ­μνει σε, Μα­ρίνα, ξί­φει,
Χεὶρ Κυ­ρίου χά­ριτι θείᾳ δὲ στέ­φει.

Ἑ­βδο­μάτῃ δε­κάτῃ Μα­ρίνα δει­ρο­το­μήθη.

Αὕτη ὑ­πῆρ­χεν ἐκ κώ­μης τι­νὸς τῆς Πισ­σι­δείας, ἐν τοῖς μέ­ρε­σιν Ἀν­τι­ο­χείας, Αἰ­δε­σίου τι­νός, ἱ­ε­ρέως τῶν εἰ­δώ­λων, ὑ­πάρ­χουσα θυ­γά­τηρ μο­νο­γε­νής. Πα­ρα­δο­θεῖσα δὲ ὑπ᾿ αὐ­τοῦ γυ­ναικί τινι, δω­δε­κα­έ­τις τυγ­χά­νουσα, τῆς μη­τρὸς αὐ­τῆς τὸν βίον ἀ­πο­λι­πού­σης, ἐ­δέ­ετο τοῦ Θεοῦ τῆς τῶν Χρι­στι­α­νῶν ἀ­ξι­ω­θῆ­ναι πί­στεως, ἣν ἐ­δι­δά­σκετο ὑπό τι­νων τῶν ἐν αὐτῇ τῇ κώμῃ. Καὶ ἤδη πεν­τε­και­δε­κά­του ἀ­γο­μέ­νου αὐτῇ ἔ­τους, τὸν τοῦ μαρ­τυ­ρίου ἀ­γῶνα ἐ­πε­πό­θει ἀ­νύ­σα­σθαι.

Ὀ­λύμ­βριος οὖν ὁ ἡ­γε­μών, μα­θὼν περὶ αὐ­τῆς, ἀ­πο­στεί­λας συ­νε­λά­βετο αὐ­τὴν καὶ ἔ­βα­λεν εἰς φυ­λα­κήν. Μεθ᾿ ἡ­μέ­ρας δὲ ἐ­ξα­γα­γὼν αὐ­τὴν τῆς φυ­λα­κῆς, πα­ρέ­στησε τῷ βή­ματι αὐ­τοῦ· καὶ ἰ­δὼν αὐ­τήν, ὅ­λος ἐ­ξέ­στη ἐπὶ τῇ ὡ­ραι­ό­τητι αὐ­τῆς. Ἐ­ρω­τη­θεῖσα οὖν παρ᾿ αὐ­τοῦ τὴν τύ­χην καὶ τὸ ὄ­νομα, Μα­ρίνα, ἔφη, κα­λοῦ­μαι, τῆς Πισ­σι­δείας γέν­νημα καὶ θρέμμα καὶ τὸ τοῦ Κυ­ρίου μου ὄ­νομα ἐ­πι­κα­λου­μένη. Μὴ ἀ­να­σχο­μέ­νης δὲ αὐ­τῆς τὸν Χρι­στὸν ἐ­ξο­μώ­σα­σθαι, ἐ­κέ­λευ­σεν ὁ ἡ­γε­μὼν τα­θῆ­ναι αὐ­τὴν καὶ ῥά­βδοις ἀ­πη­νῶς κα­τα­ξαί­νε­σθαι, καὶ τῷ αἵ­ματι αὐ­τῆς ἡ γῆ ἐ­φοι­νίσ­σετο. Εἶθ᾿ οὕ­τως ἀ­ναρ­τη­θῆ­ναι ταύ­την προ­στάτ­τει καὶ τὸ σῶμα αὐ­τῆς ξέ­ε­σθαι ἐπὶ πολύ· μετὰ τοῦτο δὲ ἔ­βα­λεν αὐ­τὴν εἰς φυ­λα­κήν.

Ἐ­γέ­νετο δὲ σει­σμὸς μέ­γας, ὥς τε σα­λευ­θῆ­ναι τὸ δε­σμω­τή­ριον· καὶ ἰ­δού, δρά­κων πο­θὲν ἑρ­πύ­σας, δει­νῶς τὴν ἠ­χὴν ἐ­ποι­εῖτο ἐν τῷ ἕρ­πειν αὐ­τόν, καὶ κύ­κλῳ αὐ­τῆς πῦρ ἔ­δο­ξεν ἐμ­βα­λεῖν. Φο­βη­θεί­σης δὲ αὐ­τῆς ἐπὶ πολὺ καὶ συν­τρό­μου γε­νο­μέ­νης, ἐ­δέ­ετο πρὸς τὸν Θεόν· καὶ οὕ­τως ὁ φο­βε­ρώ­τα­τος ἐ­κεῖ­νος δρά­κων ὡς κυ­νὸς μέ­λα­νος μορ­φὴν δι­ε­δεί­κνυτο. Ἡ δὲ Ἁ­γία τῶν τρι­χῶν τού­του δρα­ξα­μένη καὶ σφῦ­ραν εὑ­ροῦσα, κατὰ τῆς κε­φα­λῆς καὶ τοῦ νώ­του τοῦ­τον τύ­πτουσα, εἰς τέ­λος αὐ­τὸν ἐ­τα­πεί­νω­σεν. Μετὰ δὲ τοῦτο, εἰς ἑ­τέ­ραν ἐ­ξέ­τα­σιν ἀ­χθεῖσα, λαμ­πάσι πυ­ρὸς κα­τα­καί­ε­ται καὶ ἐπὶ σκεύ­ους ὕ­δα­τος πλή­ρους κατὰ κε­φα­λῆς ἐμ­βάλ­λε­ται. Ἀ­βλα­βὴς δὲ φυ­λα­χθεῖσα ἐκ τού­του, εἵλ­κυσε πολ­λοὺς εἰς τὴν τοῦ Χρι­στοῦ πί­στιν, οἳ καὶ τὰς κε­φα­λὰς ἐ­τμή­θη­σαν. Ἐπὶ τούτῳ θυ­μω­θεὶς ὁ ἡ­γε­μών, ξί­φει τὴν κε­φα­λὴν αὐ­τῆς ἀ­πέ­τε­μεν.

ΑΚΟΛΟΥΘΙΑ_ΑΓΙΑΣ_ΜΑΡΙΝΑΣ__17_ΙΟΥΛΙΟΥ____R

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Δείτε ακόμη

17 Νοεμβρίου 2024   † ΚΥΡΙΑΚΗ ΚΑ´     (Θ´ ΛΟΥΚΑ) 
Ἦ­χος δ´,  Ἑ­ω­θι­νὸν ι´.  

17 ΝΟΕΜΒΡΙΟΥ 2024   † ΚΥΡΙΑΚΗ ΚΑ´     (Θ´ ΛΟΥΚΑ)  Ἦ­χος δ´,  Ἑ­ω­θι­νὸν ι´. Γρη­γο­ρί­ου ἐ­πι­σκό­που Νε­ο­και­σα­ρεί­ας († 270). Γεν­να­δί­ου ἀρ­χι­ε­πι­σκό­που ΚΠό­λε­ως (†471).   Ἐκ τοῦ κα­τὰ

Περισσότερα...
Skip to content