Τῌ Κ´ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.

Τῇ Κ´ τοῦ αὐ­τοῦ μη­νός, μνή­μη τῆς εἰς οὐ­ρα­νοὺς πυρ­φό­ρου ἀ­να­βά­σε­ως τοῦ Ἁ­γί­ου ἐν­δό­ξου Προ­φή­του Ἠ­λι­οὺ τοῦ Θε­σβί­του.

Στίχ. Ἐ­πέ­σχεν ὄμ­βρον, πῦρ τρί­τον φέ­ρων κά­τω·
Σχί­ζει δὲ ῥεῖ­θρον Ἠ­λί­ας τρέ­χων ἄ­νω.

Δί­φρῳ ἀ­νηρ­πά­γης πε­ρὶ εἰ­κά­δα Ἠ­λί­α ἱπ­πεῦ.

Ὃς ἦν υἱ­ὸς Σω­βάκ, ἐκ Θέ­σβης, ἐκ γῆς Ἀ­ρά­βων, ἐκ φυ­λῆς Ἀ­α­ρών, οἰ­κῶν ἐν Γα­λα­άδ· ὅ­τι ἡ Θέ­σβη δό­μα ἦν τοῖς Ἱ­ε­ρεῦ­σι δε­δο­μέ­νη. Καὶ ὅ­τε ἔ­τε­κεν αὐ­τὸν ἡ μή­τηρ αὐ­τοῦ, εἶ­δε Σω­βὰκ ὁ πα­τὴρ αὐ­τοῦ, ὅ­τι ἄν­δρες λευ­κο­φα­νεῖς αὐ­τὸν προ­ση­γό­ρευ­ον καὶ ὅ­τι ἐν πυ­ρὶ αὐ­τὸν ἐ­σπαρ­γά­νουν καὶ φλό­γα πυ­ρὸς ἐ­δί­δουν αὐ­τῷ φα­γεῖν. Καὶ ἐλ­θὼν εἰς Ἱ­ε­ρου­σα­λήμ, ἀ­πήγ­γει­λε τοῖς Ἱ­ε­ρεῦ­σι καὶ εἶ­πεν αὐ­τῷ ὁ χρη­μα­τι­σμός· Μὴ δει­λι­ά­σῃς ἄν­θρω­πε· ἔ­σται γὰρ ἡ οἴ­κη­σις τοῦ παι­δί­ου φῶς, καὶ ὁ λό­γος αὐ­τοῦ ἀ­πό­φα­σις καὶ ἡ ζω­ὴ αὐ­τοῦ κα­τὰ Κύ­ρι­ον καὶ ὁ ζῆ­λος αὐ­τοῦ εὐ­ά­ρε­στος τῷ Κυ­ρί­ῳ· καὶ κρι­νεῖ τὸν Ἰσ­ρα­ὴλ ἐν ῥομ­φαί­ᾳ καὶ πυ­ρί.

Οὗ­τος οὖν προ­ε­φή­τευ­σεν ἔ­τη εἰ­κο­σι­πέν­τε· προ­έ­λα­βε δὲ τὴν ἔ­λευ­σιν τοῦ Χρι­στοῦ ἔ­τη ὀ­κτα­κό­σι­α ἓξ καὶ δέ­κα. Οὗ­τός ἐ­στιν Ἠ­λί­ας, ὁ πῦρ ἐξ οὐ­ρα­νοῦ τρί­τον κα­τε­νέγ­κας καὶ τὸν ὑ­ε­τὸν τῇ ἰ­δί­ᾳ γλώτ­τῃ βα­στά­σας καὶ νε­κροὺς ἐ­γεί­ρας καὶ πεν­τή­κον­τα δισ­σοὺς κα­τα­φλέ­ξας καὶ ἐν τῷ Χω­ρὴβ ὄ­ρει τὸν Θε­ὸν ἰ­δών, ὡς ἀν­θρώ­πῳ δυ­να­τὸν ἦν ἰ­δεῖν· καὶ τὸν Ἰ­ορ­δά­νην τῇ μη­λω­τῇ σχί­σας καὶ εἰς οὐ­ρα­νοὺς ἐν ἅρ­μα­τι πυ­ρὸς ἀ­να­λη­φθεὶς καὶ ἐν τῇ Με­τα­μορ­φώ­σει με­τὰ Μω­σέ­ως τῷ Χρι­στῷ πα­ρα­στάς.

 

 

Δείτε ακόμη

17 Νοεμβρίου 2024   † ΚΥΡΙΑΚΗ ΚΑ´     (Θ´ ΛΟΥΚΑ) 
Ἦ­χος δ´,  Ἑ­ω­θι­νὸν ι´.  

17 ΝΟΕΜΒΡΙΟΥ 2024   † ΚΥΡΙΑΚΗ ΚΑ´     (Θ´ ΛΟΥΚΑ)  Ἦ­χος δ´,  Ἑ­ω­θι­νὸν ι´. Γρη­γο­ρί­ου ἐ­πι­σκό­που Νε­ο­και­σα­ρεί­ας († 270). Γεν­να­δί­ου ἀρ­χι­ε­πι­σκό­που ΚΠό­λε­ως (†471).   Ἐκ τοῦ κα­τὰ

Περισσότερα...
Skip to content